Luke 7:11-50
11Καὶ ἐγένετο ἐν τῷ ἑξῆς ▼▼ ἐπορεύθη = WH NA/NIV: || ἐπορεύετο = Treg RP
ἐπορεύθη εἰς πόλιν καλουμένην Ναΐν, καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ ▼▼ αὐτοῦ = WH Treg NA/NIV: || αὐτοῦ ἱκανοί = RP
αὐτοῦ καὶ ὄχλος πολύς. 12ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς ▼▼ μονογενὴς υἱὸς = WH Treg NA/NIV: || υἱὸς μονογενὴς = RP
μονογενὴς υἱὸς ⸃ τῇ μητρὶ αὐτοῦ, καὶ αὐτὴ ▼▼ ἦν = WH Treg NA/NIV: || [omit] = RP
ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ▼▼ ἦν = WH Treg NA/NIV: || [omit] = RP
ἦν σὺν αὐτῇ. 13καὶ ἰδὼν αὐτὴν ὁ κύριος ἐσπλαγχνίσθη ἐπ᾽ αὐτῇ καὶ εἶπεν αὐτῇ· Μὴ κλαῖε. 14καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπεν· Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. 15καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. 16ἔλαβεν δὲ φόβος πάντας, καὶ ἐδόξαζον τὸν θεὸν λέγοντες ὅτι Προφήτης μέγας ▼▼ ἠγέρθη = WH Treg NA/NIV: || ἐγήγερται = RP
ἠγέρθη ἐν ἡμῖν, καὶ ὅτι Ἐπεσκέψατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ. 17καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ ▼▼ καὶ = WH NA/NIV: || καὶ ἐν = Treg RP
καὶ πάσῃ τῇ περιχώρῳ. 18Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ Ἰωάννης 19ἔπεμψεν πρὸς τὸν ▼▼ κύριον = WH Treg NA/NIV: || Ἰησοῦν = RP
κύριον λέγων· Σὺ εἶ ὁ ἐρχόμενος ἢ ▼▼ ἄλλον = NA/NIV RP: || ἕτερον = WH Treg
ἄλλον προσδοκῶμεν; 20παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπαν· Ἰωάννης ὁ βαπτιστὴς ▼▼ ἀπέστειλεν = WH NA/NIV: || ἀπέσταλκεν = Treg RP
ἀπέστειλεν ἡμᾶς πρὸς σὲ λέγων· Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν; 21ἐν ▼▼ ἐκείνῃ = WH Treg NA/NIV: || αὐτῇ δὲ = RP
ἐκείνῃ τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ▼▼ ἐχαρίσατο = WH Treg NA/NIV: || ἐχαρίσατο τὸ = RP
ἐχαρίσατο βλέπειν. 22καὶ ▼▼ ἀποκριθεὶς = WH Treg NA/NIV: || ἀποκριθεὶς ὁ Ἰησοῦς = RP
ἀποκριθεὶς εἶπεν αὐτοῖς· Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· ▼▼ τυφλοὶ = WH NA/NIV: || ὅτι τυφλοὶ = Treg RP
τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, ▼▼ κωφοὶ = Treg RP: || καὶ κωφοὶ = WH NA/NIV
κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται· 23καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. 24Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου ἤρξατο λέγειν ▼▼ πρὸς τοὺς ὄχλους = WH Treg NA/NIV: || τοῖς ὄχλοις = RP
πρὸς τοὺς ὄχλους ⸃ περὶ Ἰωάννου· Τί ▼▼ ἐξήλθατε = WH Treg NA/NIV: || ἐξεληλύθατε = RP
ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; 25ἀλλὰ τί ▼▼ ἐξήλθατε = WH Treg NA/NIV: || ἐξεληλύθατε = RP
ἐξήλθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν. 26ἀλλὰ τί ▼▼ ἐξήλθατε = WH Treg NA/NIV: || ἐξεληλύθατε = RP
ἐξήλθατε ἰδεῖν; προφήτην; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. 27οὗτός ἐστιν περὶ οὗ γέγραπται· ▼▼ Ἰδοὺ = WH Treg NA/NIV: || Ἰδοὺ ἐγώ = RP
Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. 28 ▼▼ λέγω = WH Treg NA/NIV: || λέγω γὰρ = RP
λέγω ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν ▼▼ Ἰωάννου = WH NA/NIV: || προφήτης Ἰωάννου = Treg; || προφήτης Ἰωάννου τοῦ βαπτιστοῦ = RP
Ἰωάννου οὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μείζων αὐτοῦ ἐστιν. 29(καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου· 30οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ᾽ αὐτοῦ.) 31Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι; 32ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις, ▼▼ ἃ λέγει = WH NA/NIV: || λέγοντες = Treg; || καὶ λέγουσιν = RP
ἃ λέγει ⸃· Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· ▼▼ ἐθρηνήσαμεν = WH Treg NA/NIV: || ἐθρηνήσαμεν ὑμῖν = RP
ἐθρηνήσαμεν καὶ οὐκ ἐκλαύσατε· 33ἐλήλυθεν γὰρ Ἰωάννης ὁ βαπτιστὴς ▼▼ μὴ = WH NA/NIV: || μήτε = Treg RP
μὴ ▼▼ ἐσθίων ἄρτον μήτε πίνων οἶνον = WH Treg NA/NIV: || ἄρτον ἐσθίων μὴτὲ οἶνον πίνων = RP
ἐσθίων ἄρτον μήτε πίνων οἶνον ⸃, καὶ λέγετε· Δαιμόνιον ἔχει· 34ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν. 35καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ ▼▼ πάντων τῶν τέκνων αὐτῆς = WH Treg NA/NIV: || τῶν τέκνων αὐτῆς πάντων = RP
πάντων τῶν τέκνων αὐτῆς ⸃. 36Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ᾽ αὐτοῦ· καὶ εἰσελθὼν εἰς ▼▼ τὸν οἶκον = WH Treg NA/NIV: || τὴν οἶκὶαν = RP
τὸν οἶκον ⸃ τοῦ Φαρισαίου ▼▼ κατεκλίθη = WH Treg NA/NIV: || ἀνεκλίθη = RP
κατεκλίθη. 37καὶ ἰδοὺ γυνὴ ▼▼ ἥτις ἦν ἐν τῇ πόλει = WH Treg NA/NIV: || ἐν τῇ πόλει ἥτις ἦν = RP
ἥτις ἦν ἐν τῇ πόλει ⸃ ἁμαρτωλός, ▼▼ καὶ = WH Treg NA/NIV: || [omit] = RP
καὶ ἐπιγνοῦσα ὅτι ▼▼ κατάκειται = WH Treg NA/NIV: || ἀνάκειται = RP
κατάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου 38καὶ στᾶσα ▼▼ ὀπίσω παρὰ … αὐτοῦ = WH Treg NA/NIV: || παρὰ … αὐτοῦ ὀπίσω = RP
ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ ⸃ κλαίουσα, ▼▼ τοῖς δάκρυσιν ἤρξατο … αὐτοῦ = WH Treg NA/NIV: || ἤρξατο … αὐτοῦ τοῖς δάκρυσιν = RP
τοῖς δάκρυσιν ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ ⸃ καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφεν τῷ μύρῳ. 39ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων· Οὗτος εἰ ▼▼ ἦν = Treg NA/NIV RP: || ἦν ὁ = WH
ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν. 40καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν· Σίμων, ἔχω σοί τι εἰπεῖν. ὁ δέ· ▼▼ Διδάσκαλε εἰπέ φησίν = WH Treg NA/NIV: || φησίν Διδάσκαλε εἰπέ = RP
Διδάσκαλε, εἰπέ, φησίν ⸃. 41δύο χρεοφειλέται ἦσαν δανιστῇ τινι· ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. 42μὴ ▼▼ ἐχόντων = WH Treg NA/NIV: || ἐχόντων δὲ = RP
ἐχόντων αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο. τίς οὖν ▼▼ αὐτῶν = WH Treg NA/NIV: || αὐτῶν εἶπέ = RP
αὐτῶν πλεῖον ▼▼ ἀγαπήσει αὐτόν = WH Treg NA/NIV: || αὐτὸν ἀγαπήσει = RP
ἀγαπήσει αὐτόν ⸃; 43 ▼▼ ἀποκριθεὶς = WH NA/NIV: || ἀποκριθεὶς ὁ = Treg; || ἀποκριθεὶς δὲ ὁ = RP
ἀποκριθεὶς Σίμων εἶπεν· Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. ὁ δὲ εἶπεν αὐτῷ· Ὀρθῶς ἔκρινας. 44καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· Βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ ▼▼ μοι = WH Treg NA/NIV: || [omit] = RP
μοι ἐπὶ ▼▼ πόδας = WH Treg NA/NIV: || τοὺς πόδας μου = RP
πόδας οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ταῖς ▼▼ θριξὶν = WH Treg NA/NIV: || θριξὶν τὴς κεφαλῆς = RP
θριξὶν αὐτῆς ἐξέμαξεν. 45φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφ᾽ ἧς εἰσῆλθον οὐ διέλιπεν καταφιλοῦσά μου τοὺς πόδας. 46ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψεν ▼▼ τοὺς πόδας μου = WH Treg NA/NIV: || μου τοὺς πόδας = RP
τοὺς πόδας μου ⸃. 47οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. 48εἶπεν δὲ αὐτῇ· Ἀφέωνταί σου αἱ ἁμαρτίαι. 49καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς· Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν; 50εἶπεν δὲ πρὸς τὴν γυναῖκα· Ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην. Luke 8
1Καὶ ἐγένετο ἐν τῷ καθεξῆς καὶ αὐτὸς διώδευεν κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ θεοῦ, καὶ οἱ δώδεκα σὺν αὐτῷ, 2καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία ἡ καλουμένη Μαγδαληνή, ἀφ᾽ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει, 3καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου καὶ Σουσάννα καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν αὐτοῖς ▼▼ ἐκ = WH Treg NA/NIV: || ἀπὸ = RP
ἐκ τῶν ὑπαρχόντων αὐταῖς. 4Συνιόντος δὲ ὄχλου πολλοῦ καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτὸν εἶπεν διὰ παραβολῆς· 5Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό. 6καὶ ἕτερον ▼▼ κατέπεσεν = WH Treg NA/NIV: || ἔπεσεν = RP
κατέπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα. 7καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό. 8καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησεν καρπὸν ἑκατονταπλασίονα. ταῦτα λέγων ἐφώνει· Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. 9Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ ▼▼ αὐτοῦ = WH Treg NA/NIV: || αὐτοῦ λέγοντες = RP
αὐτοῦ τίς ▼▼ αὕτη εἴη ἡ παραβολή = WH NA/NIV: || εἴη ἡ παραβολὴ αὕτη = Treg RP
αὕτη εἴη ἡ παραβολή ⸃. 10ὁ δὲ εἶπεν· Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσιν καὶ ἀκούοντες μὴ συνιῶσιν. 11Ἔστιν δὲ αὕτη ἡ παραβολή· Ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ θεοῦ. 12οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ▼▼ ἀκούσαντες = WH Treg NA/NIV: || ἀκούοντες = RP
ἀκούσαντες, εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν. 13οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσιν μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσιν καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται. 14τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται καὶ οὐ τελεσφοροῦσιν. 15τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κατέχουσιν καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ. 16Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ᾽ ἐπὶ λυχνίας ▼▼ τίθησιν = WH Treg NA/NIV: || ἐπιτίθησιν = RP
τίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τὸ φῶς. 17οὐ γάρ ἐστιν κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ ▼▼ μὴ γνωσθῇ = WH Treg NA/NIV: || γνωσθήσεται = RP
μὴ γνωσθῇ ⸃ καὶ εἰς φανερὸν ἔλθῃ. 18βλέπετε οὖν πῶς ἀκούετε· ὃς ▼▼ ἂν γὰρ = WH Treg NA/NIV: || γὰρ ἐὰν = RP
ἂν γὰρ ⸃ ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς ▼▼ ἂν = WH Treg NA/NIV: || ἐὰν = RP
ἂν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾽ αὐτοῦ. 19 ▼▼ Παρεγένετο = WH Treg NA/NIV: || Παρεγένοντο = RP
Παρεγένετο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον. 20 ▼▼ ἀπηγγέλη δὲ = WH Treg NA/NIV: || Καὶ ἀπηγγέλη = RP
ἀπηγγέλη δὲ ⸃ ▼▼ αὐτῷ = WH Treg NA/NIV: || αὐτῷ λέγοντων = RP
αὐτῷ· Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν ▼▼ σε θέλοντές = RP: || θέλοντές σε = WH Treg NA/NIV
σε θέλοντές ⸃. 21ὁ δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς· Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ θεοῦ ἀκούοντες καὶ ▼▼ ποιοῦντες = WH Treg NA/NIV: || ποιοῦντες αὐτόν = RP
ποιοῦντες. 22 ▼▼ Ἐγένετο δὲ = WH Treg NA/NIV: || Καὶ ἐγένετο = RP
Ἐγένετο δὲ ⸃ ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ εἶπεν πρὸς αὐτούς· Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης, καὶ ἀνήχθησαν. 23πλεόντων δὲ αὐτῶν ἀφύπνωσεν. καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο καὶ ἐκινδύνευον. 24προσελθόντες δὲ διήγειραν αὐτὸν λέγοντες· Ἐπιστάτα ἐπιστάτα, ἀπολλύμεθα· ὁ δὲ ▼▼ διεγερθεὶς = WH Treg NA/NIV: || ἐγερθεὶς = RP
διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος, καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη. 25εἶπεν δὲ αὐτοῖς· ▼▼ Ποῦ = WH Treg NA/NIV: || Ποῦ ἐστιν = RP
Ποῦ ἡ πίστις ὑμῶν; φοβηθέντες δὲ ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους· Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ; 26Καὶ κατέπλευσαν εἰς τὴν χώραν τῶν ▼▼ Γερασηνῶν = WH Treg NA/NIV: || Γαδαρηνῶν = RP
Γερασηνῶν, ἥτις ἐστὶν ἀντιπέρα τῆς Γαλιλαίας. 27ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ▼▼ ὑπήντησεν = WH NA/NIV: || ὑπήντησεν αὐτῷ = Treg RP
ὑπήντησεν ἀνήρ τις ἐκ τῆς πόλεως ▼▼ ἔχων = WH NA/NIV: || ὃς εἶχεν = Treg RP
ἔχων δαιμόνια· ▼▼ καὶ χρόνῳ ἱκανῷ οὐκ ἐνεδύσατο ἱμάτιον = WH Treg NA/NIV: || ἐκ χρόνων ἱκανῶν καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο = RP
καὶ χρόνῳ ἱκανῷ οὐκ ἐνεδύσατο ἱμάτιον ⸃, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν ἀλλ᾽ ἐν τοῖς μνήμασιν. 28ἰδὼν δὲ τὸν ▼▼ Ἰησοῦν = WH Treg NA/NIV: || Ἰησοῦν καὶ = RP
Ἰησοῦν ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπεν· Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς· 29 ▼▼ παρήγγελλεν = WH Treg: || παρήγγειλεν = NA/NIV RP
παρήγγελλεν γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ▼▼ ἐδεσμεύετο = WH Treg NA/NIV: || ἐδεσμεῖτο = RP
ἐδεσμεύετο ἁλύσεσιν καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ▼▼ ὑπὸ = Treg NA/NIV RP: || ἀπὸ = WH
ὑπὸ τοῦ ▼▼ δαιμονίου = WH Treg NA/NIV: || δαίμονος = RP
δαιμονίου εἰς τὰς ἐρήμους. 30ἐπηρώτησεν δὲ αὐτὸν ὁ ▼▼ Ἰησοῦς = WH NA/NIV: || Ἰησοῦς λέγων = Treg RP
Ἰησοῦς· Τί σοι ▼▼ ὄνομά ἐστιν = WH Treg NA/NIV: || ἐστιν ὄνομα = RP
ὄνομά ἐστιν ⸃; ὁ δὲ εἶπεν· Λεγιών, ὅτι ▼▼ εἰσῆλθεν δαιμόνια πολλὰ = WH NA/NIV: || δαιμόνια πολλὰ εἰσῆλθεν = Treg RP
εἰσῆλθεν δαιμόνια πολλὰ ⸃ εἰς αὐτόν. 31καὶ ▼▼ παρεκάλουν = WH Treg NA/NIV: || παρεκάλει = RP
παρεκάλουν αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. 32Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν ▼▼ βοσκομένη = WH NA/NIV: || βοσκομένων = Treg RP
βοσκομένη ἐν τῷ ὄρει· καὶ ▼▼ παρεκάλεσαν = WH Treg NA/NIV: || παρεκάλουν = RP
παρεκάλεσαν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς. 33ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη. 34Ἰδόντες δὲ οἱ βόσκοντες τὸ ▼▼ γεγονὸς = WH Treg NA/NIV: || γεγενημένον = RP
γεγονὸς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. 35ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονὸς καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν, καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον ἀφ᾽ οὗ τὰ δαιμόνια ▼▼ ἐξῆλθεν = WH NA/NIV: || ἐξεληλύθει = Treg RP
ἐξῆλθεν ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐφοβήθησαν. 36ἀπήγγειλαν δὲ ▼▼ αὐτοῖς = WH Treg NA/NIV: || αὐτοῖς καὶ = RP
αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς. 37καὶ ▼▼ ἠρώτησεν = WH Treg NA/NIV: || ἠρώτησαν = RP
ἠρώτησεν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν ▼▼ Γερασηνῶν = WH Treg NA/NIV: || Γαδαρηνῶν = RP
Γερασηνῶν ἀπελθεῖν ἀπ᾽ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς ▼▼ εἰς = WH Treg NA/NIV: || εἰς τὸ = RP
εἰς πλοῖον ὑπέστρεψεν. 38ἐδεῖτο δὲ αὐτοῦ ὁ ἀνὴρ ἀφ᾽ οὗ ἐξεληλύθει τὰ δαιμόνια εἶναι σὺν αὐτῷ· ἀπέλυσεν δὲ ▼▼ αὐτὸν = WH Treg NA/NIV: || αὐτὸν ὁ Ἰησοῦς = RP
αὐτὸν λέγων· 39Ὑπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα ▼▼ σοι ἐποίησεν = WH Treg NA/NIV: || ἐποίησεν σοι = RP
σοι ἐποίησεν ⸃ ὁ θεός. καὶ ἀπῆλθεν καθ᾽ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς. 40 ▼▼ Ἐν δὲ = WH Treg NA/NIV: || Ἐγένετο δὲ ἐν = RP
Ἐν δὲ ⸃ τῷ ▼▼ ὑποστρέφειν = WH NA/NIV: || ὑποστρέψαι = Treg RP
ὑποστρέφειν τὸν Ἰησοῦν ἀπεδέξατο αὐτὸν ὁ ὄχλος, ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν. 41καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάϊρος, καὶ ▼▼ οὗτος = WH Treg NA/NIV: || αὐτὸς = RP
οὗτος ἄρχων τῆς συναγωγῆς ὑπῆρχεν, καὶ πεσὼν παρὰ τοὺς πόδας ▼▼ τοῦ = Treg NA/NIV RP: || [omit] = WH
τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, 42ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα καὶ αὐτὴ ἀπέθνῃσκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν. 43καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ▼▼ ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον = Treg RP NA: || [omit] = WH NIV
ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον ⸃ οὐκ ἴσχυσεν ▼▼ ἀπ᾽ = WH Treg NA/NIV: || ὑπ᾽ = RP
ἀπ᾽ οὐδενὸς θεραπευθῆναι, 44προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. 45καὶ εἶπεν ὁ Ἰησοῦς· Τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ ▼▼ Πέτρος = WH NA/NIV: || Πέτρος καὶ οἱ σὺν αὐτῷ = Treg; || Πέτρος καὶ οἱ μετ᾽ αὐτοῦ = RP
Πέτρος· Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ ▼▼ ἀποθλίβουσιν = WH NA/NIV: || ἀποθλίβουσιν καὶ λέγεις Τίς ὁ ἁψάμενός μου = Treg RP
ἀποθλίβουσιν. 46ὁ δὲ Ἰησοῦς εἶπεν· Ἥψατό μού τις, ἐγὼ γὰρ ἔγνων δύναμιν ▼▼ ἐξεληλυθυῖαν = WH Treg NA/NIV: || ἐξελθοῦσαν = RP
ἐξεληλυθυῖαν ἀπ᾽ ἐμοῦ. 47ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν τρέμουσα ἦλθεν καὶ προσπεσοῦσα αὐτῷ δι᾽ ἣν αἰτίαν ἥψατο αὐτοῦ ▼▼ ἀπήγγειλεν = WH Treg NA/NIV: || ἀπήγγειλεν αὐτῷ = RP
ἀπήγγειλεν ἐνώπιον παντὸς τοῦ λαοῦ καὶ ὡς ἰάθη παραχρῆμα. 48ὁ δὲ εἶπεν αὐτῇ· ▼▼ Θυγάτηρ = WH Treg NA/NIV: || Θάρσει θύγατερ = RP
Θυγάτηρ, ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην. 49Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου ▼▼ λέγων = WH NA/NIV: || λέγων αὐτῷ = Treg RP
λέγων ὅτι Τέθνηκεν ἡ θυγάτηρ σου, ▼▼ μηκέτι = WH Treg NA/NIV: || μὴ = RP
μηκέτι σκύλλε τὸν διδάσκαλον. 50ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη ▼▼ αὐτῷ = WH Treg NA/NIV: || αὐτῷ λέγων = RP
αὐτῷ· Μὴ φοβοῦ, μόνον ▼▼ πίστευσον = WH Treg NA/NIV: || πίστευε = RP
πίστευσον, καὶ σωθήσεται. 51ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν ▼▼ τινα σὺν αὐτῷ = WH Treg NA/NIV: || οὐδένα = RP
τινα σὺν αὐτῷ ⸃ εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα. 52ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. ὁ δὲ εἶπεν· Μὴ κλαίετε, ▼▼ οὐ γὰρ = WH Treg NA/NIV: || οὐκ = RP
οὐ γὰρ ⸃ ἀπέθανεν ἀλλὰ καθεύδει. 53καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. 54αὐτὸς ▼▼ δὲ = WH Treg NA/NIV: || δὲ ἐκβαλὼν ἔξω πάντας καὶ = RP
δὲ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησεν λέγων· Ἡ παῖς, ▼▼ ἔγειρε = WH Treg NA/NIV: || ἔγειρου = RP
ἔγειρε. 55καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. 56καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός. Luke 9:1-38
1Συγκαλεσάμενος δὲ τοὺς δώδεκα ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν, 2καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ θεοῦ καὶ ἰᾶσθαι ▼▼ τοὺς ἀσθενεῖς = Treg NA/NIV: || [omit] = WH; || τοὺς ἀσθενοῦντας = RP
τοὺς ἀσθενεῖς ⸃, 3καὶ εἶπεν πρὸς αὐτούς· Μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ▼▼ ῥάβδον = WH Treg NA/NIV: || ῥάβδους = RP
ῥάβδον μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον, μήτε ▼▼ ἀνὰ = Treg NA/NIV RP: || [omit] = WH
ἀνὰ δύο χιτῶνας ἔχειν. 4καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε. 5καὶ ὅσοι ▼▼ ἂν = WH Treg NA/NIV: || ἐάν = RP
ἂν μὴ ▼▼ δέχωνται = WH Treg NA/NIV: || δέξωνται = RP
δέχωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ▼▼ ἐκείνης = WH Treg NA/NIV: || ἐκείνης καὶ = RP
ἐκείνης τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ▼▼ ἀποτινάσσετε = WH NA/NIV: || ἀποτινάξατε = Treg RP
ἀποτινάσσετε εἰς μαρτύριον ἐπ᾽ αὐτούς. 6ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ. 7Ἤκουσεν δὲ Ἡρῴδης ὁ τετραάρχης τὰ ▼▼ γινόμενα = WH Treg NA/NIV: || γινόμενα ὑπ᾽ αὐτοῦ = RP
γινόμενα πάντα, καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάννης ▼▼ ἠγέρθη = WH Treg NA/NIV: || ἐγήγερται = RP
ἠγέρθη ἐκ νεκρῶν, 8ὑπό τινων δὲ ὅτι Ἠλίας ἐφάνη, ἄλλων δὲ ὅτι προφήτης ▼▼ τις = WH Treg NA/NIV: || εἷς = RP
τις τῶν ἀρχαίων ἀνέστη. 9 ▼▼ εἶπεν δὲ = WH Treg NA/NIV: || Καὶ εἶπεν = RP
εἶπεν δὲ ⸃ ▼▼ ὁ = WH RP: || [omit] = Treg NA/NIV
ὁ Ἡρῴδης· Ἰωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗτος περὶ ▼▼ οὗ = WH NA/NIV: || οὗ ἐγὼ = Treg RP
οὗ ἀκούω τοιαῦτα; καὶ ἐζήτει ἰδεῖν αὐτόν. 10Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατ᾽ ἰδίαν εἰς ▼▼ πόλιν καλουμένην Βηθσαϊδά = WH Treg NA/NIV: || τόπον ἔρημον πόλεως καλουμένης Βηθσαϊδάν = RP
πόλιν καλουμένην Βηθσαϊδά ⸃. 11οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ. καὶ ▼▼ ἀποδεξάμενος = WH Treg NA/NIV: || δεξάμενος = RP
ἀποδεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο. 12Ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν· προσελθόντες δὲ οἱ δώδεκα εἶπαν αὐτῷ· Ἀπόλυσον τὸν ὄχλον, ἵνα ▼▼ πορευθέντες = WH Treg NA/NIV: || ἀπελθόντες = RP
πορευθέντες εἰς τὰς κύκλῳ κώμας ▼▼ καὶ = WH NA/NIV: || καὶ τοὺς = Treg RP
καὶ ἀγροὺς καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν, ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν. 13εἶπεν δὲ πρὸς αὐτούς· Δότε αὐτοῖς ▼▼ ὑμεῖς φαγεῖν = Treg NA/NIV RP: || φαγεῖν ὑμεῖς = WH
ὑμεῖς φαγεῖν ⸃. οἱ δὲ εἶπαν· Οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ ▼▼ ἄρτοι πέντε = WH NA/NIV: || πέντε ἄρτοι = Treg RP
ἄρτοι πέντε ⸃ καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα. 14ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· Κατακλίνατε αὐτοὺς κλισίας ▼▼ ὡσεὶ = WH Treg NA/NIV: || [omit] = RP
ὡσεὶ ἀνὰ πεντήκοντα. 15καὶ ἐποίησαν οὕτως καὶ ▼▼ κατέκλιναν = WH Treg NA/NIV: || ἀνέκλιναν = RP
κατέκλιναν ἅπαντας. 16λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς ▼▼ παραθεῖναι = WH Treg NA/NIV: || παρατιθέναι = RP
παραθεῖναι τῷ ὄχλῳ. 17καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα. 18Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας συνῆσαν αὐτῷ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων· Τίνα με ▼▼ οἱ ὄχλοι λέγουσιν = WH Treg: || λέγουσιν οἱ ὄχλοι = NA/NIV RP
οἱ ὄχλοι λέγουσιν ⸃ εἶναι; 19οἱ δὲ ἀποκριθέντες εἶπαν· Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη. 20εἶπεν δὲ αὐτοῖς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ▼▼ Πέτρος δὲ ἀποκριθεὶς = WH Treg NA/NIV: || Ἀποκριθεὶς δὲ ὁ Πέτρος = RP
Πέτρος δὲ ἀποκριθεὶς ⸃ εἶπεν· Τὸν χριστὸν τοῦ θεοῦ. 21Ὁ δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλεν μηδενὶ ▼▼ λέγειν = WH Treg NA/NIV: || εἰπεῖν = RP
λέγειν τοῦτο, 22εἰπὼν ὅτι Δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ▼▼ ἐγερθῆναι = WH Treg NA/NIV: || ἀναστῆναι = RP
ἐγερθῆναι. 23Ἔλεγεν δὲ πρὸς πάντας· Εἴ τις θέλει ὀπίσω μου ▼▼ ἔρχεσθαι ἀρνησάσθω = WH Treg NA/NIV: || ἐλθεῖν ἀπαρνησάσθω = RP
ἔρχεσθαι, ἀρνησάσθω ⸃ ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ ▼▼ καθ᾽ ἡμέραν = WH Treg NA/NIV: || [omit] = RP
καθ᾽ ἡμέραν ⸃, καὶ ἀκολουθείτω μοι. 24ὃς γὰρ ▼▼ ἂν = WH Treg NA/NIV: || ἐὰν = RP
ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν. 25τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς; 26ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων. 27λέγω δὲ ὑμῖν ἀληθῶς, εἰσίν τινες τῶν ▼▼ αὐτοῦ = WH Treg NA/NIV: || ὧδε = RP
αὐτοῦ ▼▼ ἑστηκότων = WH NA/NIV: || ἑστώτων = Treg RP
ἑστηκότων οἳ οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ. 28Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ ▼▼ καὶ = Treg NA/NIV RP: || [omit] = WH
καὶ παραλαβὼν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι. 29καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων. 30καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωϋσῆς καὶ Ἠλίας, 31οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ ἣν ἤμελλεν πληροῦν ἐν Ἰερουσαλήμ. 32ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ. 33καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπ᾽ αὐτοῦ εἶπεν ▼▼ ὁ = WH Treg NA/NIV: || [omit] = RP
ὁ Πέτρος πρὸς τὸν Ἰησοῦν· Ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν σκηνὰς τρεῖς, μίαν σοὶ καὶ μίαν Μωϋσεῖ καὶ μίαν Ἠλίᾳ, μὴ εἰδὼς ὃ λέγει. 34ταῦτα δὲ αὐτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ ▼▼ ἐπεσκίαζεν = WH Treg NA/NIV: || ἐπεσκίασεν = RP
ἐπεσκίαζεν αὐτούς· ἐφοβήθησαν δὲ ἐν τῷ ▼▼ εἰσελθεῖν αὐτοὺς = WH Treg NA/NIV: || ἐκείνους εἰσελθεῖν = RP
εἰσελθεῖν αὐτοὺς ⸃ εἰς τὴν νεφέλην. 35καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ▼▼ ἐκλελεγμένος = WH Treg NA/NIV: || ἀγαπητός = RP
ἐκλελεγμένος, αὐτοῦ ἀκούετε. 36καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν ▼▼ εὑρέθη = WH Treg NA/NIV: || εὑρέθη ὁ = RP
εὑρέθη Ἰησοῦς μόνος. καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑώρακαν. 37Ἐγένετο ▼▼ δὲ = WH NA/NIV: || δὲ ἐν = Treg RP
δὲ τῇ ἑξῆς ἡμέρᾳ κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους συνήντησεν αὐτῷ ὄχλος πολύς. 38καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ▼▼ ἐβόησεν = WH Treg NA/NIV: || ἀνεβόησεν = RP
ἐβόησεν λέγων· Διδάσκαλε, δέομαί σου ἐπιβλέψαι ἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής ▼▼ μοί ἐστιν = WH Treg NA/NIV: || ἐστίν μοι = RP
μοί ἐστιν ⸃,
Copyright information for
SBLG