Luke 9:37-50
37Ἐγένετο ▼▼ δὲ = WH NA/NIV: || δὲ ἐν = Treg RP
δὲ τῇ ἑξῆς ἡμέρᾳ κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους συνήντησεν αὐτῷ ὄχλος πολύς. 38καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ▼▼ ἐβόησεν = WH Treg NA/NIV: || ἀνεβόησεν = RP
ἐβόησεν λέγων· Διδάσκαλε, δέομαί σου ἐπιβλέψαι ἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής ▼▼ μοί ἐστιν = WH Treg NA/NIV: || ἐστίν μοι = RP
μοί ἐστιν ⸃, 39καὶ ἰδοὺ πνεῦμα λαμβάνει αὐτόν, καὶ ἐξαίφνης κράζει, καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ καὶ ▼▼ μόγις = Treg NA/NIV RP: || μόλις = WH
μόγις ἀποχωρεῖ ἀπ᾽ αὐτοῦ συντρῖβον αὐτόν· 40καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιν αὐτό, καὶ οὐκ ἠδυνήθησαν. 41ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν; προσάγαγε ▼▼ ὧδε τὸν υἱόν σου = WH Treg NA/NIV: || τὸν υἱόν σου ὧδε = RP
ὧδε τὸν υἱόν σου ⸃. 42ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν· ἐπετίμησεν δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ. 43ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ θεοῦ. Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ▼▼ ἐποίει = WH Treg NA/NIV: || ἐποίησεν ὁ Ἰησοῦς = RP
ἐποίει εἶπεν πρὸς τοὺς μαθητὰς αὐτοῦ· 44Θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους, ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων. 45οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπ᾽ αὐτῶν ἵνα μὴ αἴσθωνται αὐτό, καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου. 46Εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν. 47ὁ δὲ Ἰησοῦς ▼▼ εἰδὼς = WH NA/NIV: || ἰδὼν = Treg RP
εἰδὼς τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν ἐπιλαβόμενος ▼▼ παιδίον = WH Treg NA/NIV: || παιδίου = RP
παιδίον ἔστησεν αὐτὸ παρ᾽ ἑαυτῷ, 48καὶ εἶπεν αὐτοῖς· Ὃς ▼▼ ἂν = WH: || ἐὰν = Treg NA/NIV RP
ἂν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται, καὶ ὃς ▼▼ ἂν = WH NA/NIV: || ἐὰν = Treg RP
ἂν ἐμὲ δέξηται δέχεται τὸν ἀποστείλαντά με· ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων οὗτός ▼▼ ἐστιν = WH Treg NA/NIV: || ἔσται = RP
ἐστιν μέγας. 49Ἀποκριθεὶς ▼▼ δὲ = WH Treg NA/NIV: || δὲ ὁ = RP
δὲ Ἰωάννης εἶπεν· Ἐπιστάτα, εἴδομέν τινα ▼▼ ἐν = WH Treg NA/NIV: || ἐπὶ = RP
ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ▼▼ ἐκωλύομεν = WH NA/NIV: || ἐκωλύσαμεν = Treg RP
ἐκωλύομεν αὐτὸν ὅτι οὐκ ἀκολουθεῖ μεθ᾽ ἡμῶν. 50 ▼▼ εἶπεν δὲ = WH Treg NA/NIV: || Καὶ εἶπεν = RP
εἶπεν δὲ ⸃ πρὸς αὐτὸν ▼▼ ὁ = Treg NA/NIV RP: || [omit] = WH
ὁ Ἰησοῦς· Μὴ κωλύετε, ὃς γὰρ οὐκ ἔστιν καθ᾽ ▼▼ ὑμῶν … ὑμῶν = WH Treg NA/NIV: || ἡμῶν … ἡμῶν = RP
ὑμῶν ὑπὲρ ὑμῶν ⸃ ἐστιν.
Copyright information for
SBLG