‏ Revelation of John 8:7-12

7Καὶ πρῶτος ἐσάλπισεν· καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένα ἐν αἵματι, καὶ ἐβλήθη εἰς τὴν γῆν· καὶ τὸ τρίτον τῆς γῆς κατεκάη, καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη, καὶ πᾶς χόρτος χλωρὸς κατεκάη.

8Καὶ δεύτερος ἄγγελος ἐσάλπισεν· καὶ ὡς ὄρος μέγα
 πυρὶ = WH Treg NA/NIV: || [omit] = RP
πυρὶ καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν· καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα,
9καὶ ἀπέθανε τὸ τρίτον
 τῶν = WH Treg NA/NIV: || [omit] = RP
τῶν κτισμάτων τῶν ἐν τῇ θαλάσσῃ, τὰ ἔχοντα ψυχάς, καὶ τὸ τρίτον τῶν πλοίων
 διεφθάρησαν = WH Treg NA/NIV: || διεφθάρη = RP
διεφθάρησαν.

10Καὶ τρίτος ἄγγελος ἐσάλπισεν· καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπάς, καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν καὶ ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων. 11καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται·
 ὁ = WH NA/NIV RP: || [omit] = Treg
Ἄψινθος. καὶ ἐγένετο τὸ τρίτον τῶν ὑδάτων εἰς ἄψινθον, καὶ πολλοὶ τῶν ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων, ὅτι ἐπικράνθησαν.

12Καὶ τέταρτος ἄγγελος ἐσάλπισεν· καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν καὶ
 ἡ ἡμέρα μὴ φάνῃ τὸ τρίτον αὐτῆς = WH Treg NA/NIV: || τὸ τρίτον αὐτῆς ἡ ἡμέρα μὴ φάνῃ = RP
ἡμέρα μὴ φάνῃ τὸ τρίτον αὐτῆς ⸃, καὶ νὺξ ὁμοίως.

Copyright information for SBLG