‏ Matthew 3

1Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας 2 ▼
▼ καὶ = Treg NA/NIV RP: || [omit] = WH
καὶ λέγων· Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
3οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς ▼
▼ διὰ = WH Treg NA/NIV: || ὑπὸ = RP
διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
4αὐτὸς δὲ ὁ Ἰωάννης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, ἡ δὲ τροφὴ ▼
▼ ἦν αὐτοῦ = WH Treg NA/NIV: || αὐτοῦ ἦν = RP
ἦν αὐτοῦ ⸃ ἀκρίδες καὶ μέλι ἄγριον.
5τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου, 6καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ ▼
▼ ποταμῷ = WH Treg NA/NIV: || [omit] = RP
ποταμῷ ὑπ᾽ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.

7Ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα ▼
▼ αὐτοῦ = Treg NA/NIV RP: || [omit] = WH
αὐτοῦ εἶπεν αὐτοῖς· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;
8ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας 9καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. 10ἤδη ▼
▼ δὲ = WH Treg NA/NIV: || δὲ καὶ = RP
δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.

11Ἐγὼ μὲν ▼
▼ ὑμᾶς βαπτίζω = WH Treg NA/NIV: || βαπτίζω ὑμᾶς = RP
ὑμᾶς βαπτίζω ⸃ ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ ▼
▼ καὶ πυρί = WH Treg NA/NIV: || [omit] = RP
καὶ πυρί ⸃·
12οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ▼
▼ ἀποθήκην = WH NA/NIV RP: || ἀποθήκην αὐτοῦ = Treg
ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.

13Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ᾽ αὐτοῦ. 14ὁ δὲ ▼
▼ Ἰωάννης = Treg NA/NIV RP: || [omit] = WH
Ἰωάννης διεκώλυεν αὐτὸν λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με;
15ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν ▼
▼ πρὸς αὐτόν = Treg NA/NIV RP: || αὐτῷ = WH
πρὸς αὐτόν ⸃· Ἄφες ἄρτι, οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε ἀφίησιν αὐτόν.
16 ▼
▼ βαπτισθεὶς δὲ = WH Treg NA/NIV: || Καὶ βαπτισθεὶς = RP
βαπτισθεὶς δὲ ⸃ ὁ Ἰησοῦς ▼
▼ εὐθὺς ἀνέβη = WH Treg NA/NIV: || ἀνέβη εὐθὺς = RP
εὐθὺς ἀνέβη ⸃ ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ▼
▼ ἠνεῴχθησαν = WH NIV: || ἠνεῴχθησαν αὐτῷ = Treg RP NA
ἠνεῴχθησαν οἱ οὐρανοί, καὶ εἶδεν ▼
▼ πνεῦμα = WH: || τὸ πνεῦμα τοῦ = Treg NA/NIV RP
πνεῦμα θεοῦ καταβαῖνον ὡσεὶ ▼
▼ περιστερὰν = WH: || περιστερὰν καὶ = Treg NA/NIV RP
περιστερὰν ἐρχόμενον ἐπ᾽ αὐτόν·
17καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.

Copyright information for SBLG