‏ Romans 14

1Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν. 2Ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. 3Ὁ ἐσθίων, τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, ὁ δὲ μὴ ἐσθίων, τὸν ἐσθίοντα μὴ κρινέτω, ὁ ° Θεὸς γὰρ αὐτὸν προσελάβετο. 4Σὺ τίς εἶ, ὁ κρίνων ἀλλότριον οἰκέτην; Τῷ ἰδίῳ κυρίῳ στήκει ἢ πίπτει. Σταθήσεται δέ, δυνατεῖ γὰρ ὁ ° Κύριος στῆσαι αὐτόν.

5Ὃς μὲν κρίνει ἡμέραν παρʼ ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν. Ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ, πληροφορείσθω. 6Ὁ φρονῶν τὴν ἡμέραν, ° Κυρίῳ φρονεῖ. Καὶ ὁ ἐσθίων, ° Κυρίῳ ἐσθίει, εὐχαριστεῖ γὰρ τῷ ° Θεῷ· καὶ ὁ μὴ ἐσθίων, ° Κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ ° Θεῷ.

7Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἑαυτῷ ἀποθνῄσκει. 8Ἐάν τε γὰρ ζῶμεν, τῷ ° Κυρίῳ ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τῷ ° Κυρίῳ ἀποθνῄσκομεν. Ἐάν τε οὖν ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τοῦ ° Κυρίου ἐσμέν. 9Εἰς τοῦτο γὰρ ° Χριστὸς ἀπέθανεν καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.

10Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; Ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; Πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ ° Θεοῦ. 11Γέγραπται γάρ, “Ζῶ ἐγώ, λέγει ° Κύριος ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ ° Θεῷ.” 12Ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ, λόγον δώσει τῷ ° Θεῷ.

13Μηκέτι οὖν ἀλλήλους κρίνωμεν, ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον. 14Οἶδα καὶ πέπεισμαι ἐν ° Κυρίῳ ° Ἰησοῦ ὅτι οὐδὲν κοινὸν διʼ ἑαυτοῦ· εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν. 15Εἰ γὰρ διὰ βρῶμα, ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. Μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ ° Χριστὸς ἀπέθανεν. 16Μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν. 17Οὐ γάρ ἐστιν ἡ Βασιλεία τοῦ ° Θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη, καὶ εἰρήνη, καὶ χαρὰ ἐν ° Πνεύματι Ἁγίῳ. 18Ὁ γὰρ ἐν τούτῳ δουλεύων τῷ ° Χριστῷ, εὐάρεστος τῷ ° Θεῷ καὶ δόκιμος τοῖς ἀνθρώποις. 19Ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμεν, καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους. 20Μὴ ἕνεκεν βρώματος, κατάλυε τὸ ἔργον τοῦ ° Θεοῦ. Πάντα μὲν καθαρά, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι. 21Καλὸν τὸ μὴ φαγεῖν κρέα, μηδὲ πιεῖν οἶνον, μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει, ἢ σκανδαλίζεται, ἢ ἀσθενεῖ. 22Σὺ πίστιν ἣν ἔχεις, κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ ° Θεοῦ. Μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει. 23Ὁ δὲ διακρινόμενος, ἐὰν φάγῃ, κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως· πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως, ἁμαρτία ἐστίν.
Copyright information for SRGNT