Matthew 11

1Καὶ ἐγένετο ὅτε ἐτέλεσεν Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ, μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.

2 δὲ Ἰωάννης ἀκούσας ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ χριστοῦ πέμψας
 διὰ = WH Treg NA/NIV: || δύο = RP
διὰ τῶν μαθητῶν αὐτοῦ
3εἶπεν αὐτῷ· Σὺ εἶ ἐρχόμενος ἕτερον προσδοκῶμεν; 4καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν αὐτοῖς· Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἀκούετε καὶ βλέπετε· 5τυφλοὶ ἀναβλέπουσιν καὶ χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσιν,
 καὶ = WH Treg NA/NIV: || [omit] = RP
καὶ νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελίζονται·
6καὶ μακάριός ἐστιν ὃς
 ἐὰν = NA/NIV RP: || ἂν = WH Treg
ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.

7Τούτων δὲ πορευομένων ἤρξατο Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου· Τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; 8ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; ἄνθρωπον ἐν
 μαλακοῖς = WH Treg NA/NIV: || μαλακοῖς ἱματίοις = RP
μαλακοῖς ἠμφιεσμένον; ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν
 βασιλέων = WH Treg NA/NIV: || βασιλείων = RP
βασιλέων
 εἰσίν = Treg NA/NIV RP: || [omit] = WH
εἰσίν.
9ἀλλὰ τί
 ἐξήλθατε; προφήτην ἰδεῖν = WH: || ἐξήλθατε ἰδεῖν = ; προφήτην Treg NA/NIV RP
ἐξήλθατε; προφήτην ἰδεῖν ⸃; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.
10
 οὗτός = WH NA/NIV: || οὗτός γάρ = Treg RP
οὗτός ἐστιν περὶ οὗ γέγραπται· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.
11ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ· δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν. 12ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. 13πάντες γὰρ οἱ προφῆται καὶ νόμος ἕως Ἰωάννου ἐπροφήτευσαν· 14καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας μέλλων ἔρχεσθαι. 15 ἔχων
 ὦτα = WH NA/NIV: || ὦτα ἀκούειν = Treg RP
ὦτα ἀκουέτω.

16Τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην; ὁμοία ἐστὶν παιδίοις
 καθημένοις ἐν ταῖς ἀγοραῖς ἃ προσφωνοῦντα τοῖς ἑτέροις = WH Treg NA/NIV: || ἐν ἀγοραῖς καθημένοις καὶ προσφωνοῦσιν τοῖς ἑταίροις αὐτῶν = RP
καθημένοις ἐν ταῖς ἀγοραῖς προσφωνοῦντα τοῖς ἑτέροις ⸃
17
 λέγουσιν = WH Treg NA/NIV: || καὶ λέγουσιν = RP
λέγουσιν· Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε·
 ἐθρηνήσαμεν = WH Treg NA/NIV: || ἐθρηνήσαμεν ὑμῖν = RP
ἐθρηνήσαμεν καὶ οὐκ ἐκόψασθε·
18ἦλθεν γὰρ Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσιν· Δαιμόνιον ἔχει· 19ἦλθεν υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν. καὶ ἐδικαιώθη σοφία ἀπὸ τῶν
 ἔργων = WH Treg NA/NIV: || τέκνων = RP
ἔργων αὐτῆς.

20Τότε
 ἤρξατο = WH Treg RP NA: || ἤρξατο ὁ Ἰησοῦς = NIV
ἤρξατο ὀνειδίζειν τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν·
21Οὐαί σοι, Χοραζίν· οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν. 22πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ὑμῖν. 23καὶ σύ, Καφαρναούμ,
 μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ = WH Treg NA/NIV: || ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα = RP
μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ ⸃; ἕως ᾅδου
 καταβήσῃ = WH Treg NA/NIV: || καταβιβασθήσῃ = RP
καταβήσῃ· ὅτι εἰ ἐν Σοδόμοις
 ἐγενήθησαν = WH Treg NA/NIV: || ἐγένοντο = RP
ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί,
 ἔμεινεν = WH Treg NA/NIV: || ἔμειναν = RP
ἔμεινεν ἂν μέχρι τῆς σήμερον.
24πλὴν λέγω ὑμῖν ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως σοί.

25Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς Ἰησοῦς εἶπεν· Ἐξομολογοῦμαί σοι, πάτερ κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι
 ἔκρυψας = WH Treg NA/NIV: || ἀπέκρυψας = RP
ἔκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις·
26ναί, πατήρ, ὅτι οὕτως
 εὐδοκία ἐγένετο = WH NA/NIV: || ἐγένετο εὐδοκία = Treg RP
εὐδοκία ἐγένετο ⸃ ἔμπροσθέν σου.
27Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ υἱὸς καὶ ἐὰν βούληται υἱὸς ἀποκαλύψαι.

28Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. 29ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς καὶ μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· 30 γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.



Copyright information for SBLG