Matthew 7

1Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· 2ἐν γὰρ κρίματι κρίνετε κριθήσεσθε, καὶ ἐν μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν. 3τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; 4 πῶς ἐρεῖς τῷ ἀδελφῷ σου· Ἄφες ἐκβάλω τὸ κάρφος
 ἐκ = WH Treg NA/NIV: || ἀπὸ = RP
ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ ἰδοὺ δοκὸς ἐν τῷ ὀφθαλμῷ σοῦ;
5ὑποκριτά, ἔκβαλε πρῶτον
 ἐκ τοῦ ὀφθαλμοῦ σοῦ τὴν δοκόν = WH Treg NA/NIV: || τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου = RP
ἐκ τοῦ ὀφθαλμοῦ σοῦ τὴν δοκόν ⸃, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου.

6Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν, μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε
 καταπατήσουσιν = WH Treg NA/NIV: || καταπατήσωσιν = RP
καταπατήσουσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.

7Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. 8πᾶς γὰρ αἰτῶν λαμβάνει καὶ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι
 ἀνοιγήσεται = WH NA/NIV RP: || ἀνοίγεται = Treg
ἀνοιγήσεται.
9 τίς
 ἐστιν = NA/NIV RP: || [omit] = WH Treg
ἐστιν ἐξ ὑμῶν ἄνθρωπος, ὃν
 αἰτήσει = WH Treg NA: || ἐὰν αἰτήσῃ = NIV RP
αἰτήσει υἱὸς αὐτοῦ ἄρτον— μὴ λίθον ἐπιδώσει αὐτῷ;
10
 ἢ = WH Treg NA/NIV: || [omit] = RP
καὶ
 ἰχθὺν αἰτήσει = WH Treg NA/NIV: || ἐὰν ἰχθὺν αἰτήσῃ = RP
ἰχθὺν αἰτήσει ⸃— μὴ ὄφιν ἐπιδώσει αὐτῷ;
11εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον πατὴρ ὑμῶν ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν.

12Πάντα οὖν ὅσα
 ἐὰν = WH NA/NIV: || ἂν = Treg RP
ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· οὗτος γάρ ἐστιν νόμος καὶ οἱ προφῆται.

13Εἰσέλθατε διὰ τῆς στενῆς πύλης· ὅτι πλατεῖα
 ἡ πύλη = Treg NA/NIV RP: || [omit] = WH
πύλη ⸃ καὶ εὐρύχωρος ὁδὸς ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι᾽ αὐτῆς·
14
 ὅτι = WH: || ὅτι δὲ = NIV; || τί = Treg RP NA
ὅτι στενὴ πύλη καὶ τεθλιμμένη ὁδὸς ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν.

15
 Προσέχετε = WH NA/NIV: || Προσέχετε δὲ = Treg RP
Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων ἔσωθεν δέ εἰσιν λύκοι ἅρπαγες.
16ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν
 σταφυλὰς = WH Treg NA/NIV: || σταφυλήν = RP
σταφυλὰς ἀπὸ τριβόλων σῦκα;
17οὕτως πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ, τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ· 18οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς
 ποιεῖν = Treg NA/NIV RP: || ἐνεγκεῖν = WH
ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν.
19πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. 20ἄρα γε ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς.

21Οὐ πᾶς λέγων μοι· Κύριε κύριε εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾽ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν
 τοῖς = WH Treg NA/NIV: || [omit] = RP
τοῖς οὐρανοῖς.
22πολλοὶ ἐροῦσίν μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε κύριε, οὐ τῷ σῷ ὀνόματι ἐπροφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; 23καὶ τότε ὁμολογήσω αὐτοῖς ὅτι Οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπ᾽ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.

24Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς,
 ὁμοιωθήσεται = WH Treg NA/NIV: || ὁμοιώσω αὐτὸν = RP
ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησεν
 αὐτοῦ τὴν οἰκίαν = WH Treg NA/NIV: || τὴν οἰκίαν αὐτοῦ = RP
αὐτοῦ τὴν οἰκίαν ⸃ ἐπὶ τὴν πέτραν.
25καὶ κατέβη βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέπεσαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσεν, τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. 26καὶ πᾶς ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησεν
 αὐτοῦ τὴν οἰκίαν = WH Treg NA/NIV: || τὴν οἰκίαν αὐτοῦ = RP
αὐτοῦ τὴν οἰκίαν ⸃ ἐπὶ τὴν ἄμμον.
27καὶ κατέβη βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσεν, καὶ ἦν πτῶσις αὐτῆς μεγάλη.

28Καὶ ἐγένετο ὅτε
 ἐτέλεσεν = WH Treg NA/NIV: || συνετέλεσεν = RP
ἐτέλεσεν Ἰησοῦς τοὺς λόγους τούτους, ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ·
29ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς
 αὐτῶν = WH Treg NA/NIV: || [omit] = RP
αὐτῶν.



Copyright information for SBLG