‏ Psalms 115

1 ▼
▼LXX: Psa.113:9
μὴ ἡμῖν, κύριε, μὴ ἡμῖν, ἀλλ' ἢ τῷ ὀνόματί σου, δὸς δόξαν ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου
2 ▼
▼LXX: Psa.113:10
μήποτε εἴπωσιν τὰ ἔθνη Ποῦ ἐστιν ὁ θεὸς αὐτῶν;
3 ▼
▼LXX: Psa.113:11
ὁ δὲ θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ ἄνω· ἐν τοῖς οὐρανοῖς καὶ ἐν τῇ γῇ πάντα, ὅσα ἠθέλησεν, ἐποίησεν.
4 ▼
▼LXX: Psa.113:12
τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων·
5 ▼
▼LXX: Psa.113:13
στόμα ἔχουσιν καὶ οὐ λαλήσουσιν, ὀφθαλμοὺς ἔχουσιν καὶ οὐκ ὄψονται,
6 ▼
▼LXX: Psa.113:14
ὦτα ἔχουσιν καὶ οὐκ ἀκούσονται, ῥῖνας ἔχουσιν καὶ οὐκ ὀσφρανθήσονται,
7 ▼
▼LXX: Psa.113:15
χεῖρας ἔχουσιν καὶ οὐ ψηλαφήσουσιν, πόδας ἔχουσιν καὶ οὐ περιπατήσουσιν, οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν.
8 ▼
▼LXX: Psa.113:16
ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς.
9 ▼
▼LXX: Psa.113:17
οἶκος Ισραηλ ἤλπισεν ἐπὶ κύριον· βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν.
10 ▼
▼LXX: Psa.113:18
οἶκος Ααρων ἤλπισεν ἐπὶ κύριον· βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν.
11 ▼
▼LXX: Psa.113:19
οἱ φοβούμενοι τὸν κύριον ἤλπισαν ἐπὶ κύριον· βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν.
12 ▼
▼LXX: Psa.113:20
κύριος ἐμνήσθη ἡμῶν καὶ εὐλόγησεν ἡμᾶς, εὐλόγησεν τὸν οἶκον Ισραηλ, εὐλόγησεν τὸν οἶκον Ααρων,
13 ▼
▼LXX: Psa.113:21
εὐλόγησεν τοὺς φοβουμένους τὸν κύριον, τοὺς μικροὺς μετὰ τῶν μεγάλων.
14 ▼
▼LXX: Psa.113:22
προσθείη κύριος ἐφ' ὑμᾶς, ἐφ' ὑμᾶς καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν·
15 ▼
▼LXX: Psa.113:23
εὐλογημένοι ὑμεῖς τῷ κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν.
16 ▼
▼LXX: Psa.113:24
ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ κυρίῳ, τὴν δὲ γῆν ἔδωκεν τοῖς υἱοῖς τῶν ἀνθρώπων.
17 ▼
▼LXX: Psa.113:25
οὐχ οἱ νεκροὶ αἰνέσουσίν σε, κύριε, οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδου,
18 ▼
▼LXX: Psa.113:26
ἀλλ' ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν κύριον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
Copyright information for LXX