‏ Psalms 81

1 ▼
▼LXX: Psa.80:1
Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν· τῷ Ασαφ ψαλμός. ▼
▼LXX: Psa.80:2
Ἀγαλλιᾶσθε τῷ θεῷ τῷ βοηθῷ ἡμῶν, ἀλαλάξατε τῷ θεῷ Ιακωβ·
2 ▼
▼LXX: Psa.80:3
λάβετε ψαλμὸν καὶ δότε τύμπανον, ψαλτήριον τερπνὸν μετὰ κιθάρας·
3 ▼
▼LXX: Psa.80:4
σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν·
4 ▼
▼LXX: Psa.80:5
ὅτι πρόσταγμα τῷ Ισραηλ ἐστὶν καὶ κρίμα τῷ θεῷ Ιακωβ.
5 ▼
▼LXX: Psa.80:6
μαρτύριον ἐν τῷ Ιωσηφ ἔθετο αὐτὸν ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου· γλῶσσαν, ἣν οὐκ ἔγνω, ἤκουσεν·
6 ▼
▼LXX: Psa.80:7
ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ, αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν.
7 ▼
▼LXX: Psa.80:8
ἐν θλίψει ἐπεκαλέσω με, καὶ ἐρρυσάμην σε· ἐπήκουσά σου Ἐν ἀποκρύφῳ καταιγίδος, ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας. διάψαλμα.
8 ▼
▼LXX: Psa.80:9
ἄκουσον, λαός μου, καὶ διαμαρτύρομαί σοι· Ισραηλ, ἐὰν ἀκούσῃς μου,
9 ▼
▼LXX: Psa.80:10
οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ·
10 ▼
▼LXX: Psa.80:11
ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου, ὁ ἀναγαγών σε ἐκ γῆς Αἰγύπτου· πλάτυνον τὸ στόμα σου καὶ πληρώσω αὐτό.
11 ▼
▼LXX: Psa.80:12
καὶ οὐκ ἤκουσεν ὁ λαός μου, τῆς φωνῆς μου καὶ Ισραηλ οὐ προσέσχεν μοι·
12 ▼
▼LXX: Psa.80:13
καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν, πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν.
13 ▼
▼LXX: Psa.80:14
εἰ ὁ λαός μου, ἤκουσέν μου Ισραηλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη,
14 ▼
▼LXX: Psa.80:15
ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον τὴν χεῖρά μου.
15 ▼
▼LXX: Psa.80:16
οἱ ἐχθροὶ κυρίου ἐψεύσαντο αὐτῷ, καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα.
16 ▼
▼LXX: Psa.80:17
καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς.
Copyright information for LXX